Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.396 Joseph. AJ 8.400 (English) >>Joseph. AJ 8.404

8.398

Ἠγάγετο δὲ τῷ παιδὶ Ἰωράμῳ τὴν Ἀχάβου θυγατέρα τοῦ τῶν δέκα φυλῶν βασιλέως Ὀθλίαν ὄνομα. πορευθέντα δʼ αὐτὸν μετὰ χρόνον τινὰ εἰς Σαμάρειαν φιλοφρόνως Ἄχαβος ὑπεδέξατο καὶ τὸν ἀκολουθήσαντα στρατὸν ἐξένισε λαμπρῶς σίτου τε καὶ οἴνου καὶ θυμάτων ἀφθονίᾳ, παρεκάλεσέ τε συμμαχῆσαι κατὰ τοῦ Σύρων βασιλέως, ἵνα τὴν ἐν τῇ Γαλαδηνῇ πόλιν Ἀραμαθὰν ἀφέληται· 8.399τοῦ γὰρ πατρὸς αὐτὴν τοῦ αὐτοῦ πρῶτον τυγχάνουσαν ἀφῃρῆσθαι τὸν ἐκείνου πατέρα. τοῦ δὲ Ἰωσαφάτου τὴν βοήθειαν ἐπαγγειλαμένου, καὶ γὰρ εἶναι δύναμιν αὐτῷ μὴ ἐλάττω τῆς ἐκείνου, καὶ μεταπεμψαμένου τὴν δύναμιν ἐξ Ἱεροσολύμων εἰς Σαμάρειαν, προεξελθόντες ἔξω τῆς πόλεως οἱ δύο βασιλεῖς καθίσαντες ἐπὶ τοῦ ἰδίου θρόνου ἑκάτερος τοῖς οἰκείοις στρατιώταις τὸ στρατιωτικὸν διένεμον. 8.400Ἰωσαφάτης δʼ ἐκέλευσεν εἴ τινές εἰσι προφῆται καλέσαντʼ αὐτοὺς ἀνακρῖναι περὶ τῆς ἐπὶ τὸν Σύρον ἐξόδου, εἰ συμβουλεύουσι κατʼ ἐκεῖνον τὸν καιρὸν αὐτῷ ποιήσασθαι τὴν στρατείαν· καὶ γὰρ εἰρήνη τε καὶ φιλία τότε τῷ Ἀχάβῳ πρὸς τὸν Σύρον ὑπῆρχεν ἐπὶ τρία ἔτη διαμείνασα, ἀφʼ οὗ λαβὼν αὐτὸν αἰχμάλωτον ἀπέλυσεν ἄχρις ἐκείνης τῆς ἡμέρας. 8.401

Καλέσας δὲ Ἄχαβος τοὺς αὑτοῦ προφήτας ὡσεὶ τετρακοσίους τὸν ἀριθμὸν ὄντας ἐκέλευσεν ἔρεσθαι τοῦ θεοῦ, εἰ δίδωσιν αὐτῷ στρατευσαμένῳ ἐπὶ Ἄδερα νίκην καὶ καθαίρεσιν τῆς πόλεως, διʼ ἣν ἐκφέρειν μέλλει τὸν πόλεμον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.396 Joseph. AJ 8.400 (English) >>Joseph. AJ 8.404

Powered by PhiloLogic